Ancient Greek
Book 1, Chapter 14
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.14.4
Not analysed yet
ἀπὸ δὲ σταδίων ἀγδοήκοντα Ῥεάτου τοῖς ἰοῦσι διὰ τῆς Κουρίας ὁδοῦ παρὰ Κόρητον ὄρος Κόρσουλα νεωστὶ διεφθαρμένη. δείκνυται δέ τις καὶ νῆσος, Ἴσσα αὐτῇ ὄνομα, λίμνῃ περίρρυτος, ἣν χωρὶς ἐρύματος ποιητοῦ κατοικῆσαι λέγονται τοῖς τέλμασι τῆς λίμνης ὁπόσα τείχεσι χρώμενοι. πλησίον δὲ τῆς Ἴσσης Μαρούιον ἐπὶ τῷ μυχῷ τῆς αὐτῆς λίμνης κειμένη, τετταράκοντα σταδίους ἀπέχουσα τῶν καλουμένων Ἑπτὰ ὑδάτων.