Ancient Greek · ~1 min
Book 1, Chapter 14
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.14.6
Not analysed yet
τέτταρας δʼ ἐπὶ τοῖς εἴκοσι σταδίοις ἀπέχουσα τῆς εἰρημένης πόλεως Λίστα, μητρόπολις Ἀβοριγίνων, ἣν παλαίτερον ἔτι Σαβῖνοι νύκτωρ ἐπιστρατεύσαντες ἐκ πόλεως Ἀμιτέρνης ἀφύλακτον αἱροῦσιν· οἱ δʼ ἐκ τῆς ἁλώσεως περισωθέντες ὑποδεξαμένων αὐτοὺς Ῥεατίνων, ὡς πολλὰ πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀπολαβεῖν, ἱερὰν ἀνῆκαν ὡς σφετέραν ἔτι τὴν γῆν, ἐξαγίστους ποιήσαντες ἀραῖς τοὺς καρπωσομένους αὐτὴν ὕστερον.