# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.17.3

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 1, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.17.3

Πελασγοῦ βασιλέως. ἦν δὲ ὁ Πελασγὸς ἐκ Διὸς, ὡς λέγεται, καὶ Νιόβης τῆς Φορωνέως, ᾗ πρώτῃ γυναικὶ θνητῇ μίσγεται ὁ Ζεὺς ὡς ὁ μῦθος ἔχει. ἕκτῃ δʼ ὕστερον γενεᾷ Πελοπόννησον ἐκλιπόντες εἰς τὴν τότε μὲν Αἱμονίαν, νῦν δὲ Θετταλίαν ὀνομαζομένην μετανέστησαν· ἡγοῦντο δὲ τῆς ἀποικίας Ἀχαιὸς καὶ Φθῖος καὶ Πελασγὸς οἱ Λαρίσης καὶ Ποσειδῶνος υἱοί. ἀφικόμενοι δʼ εἰς τὴν Αἱμονίαν τούς τε κατοικοῦντας ἐν αὐτῇ βαρβάρους ἐξελαύνουσι καὶ νέμονται τὴν χώραν τριχῇ, τοῖς ἡγεμόσι ποιήσαντες ὁμωνύμους τὰς μοίρας, Φθιῶτιν καὶ Ἀχαΐαν καὶ Πελασγιῶτιν. πέντε δὲ μείναντες αὐτόθι γενεάς, ἐν αἷς ἐπὶ μήκιστον εὐτυχίας ἤλασαν τὰ κράτιστα τῶν ἐν τῇ Θετταλίᾳ πεδίων καρπούμενοι, περὶ τὴν ἕκτην γενεὰν ἐξελαύνονται Θετταλίας ὑπό τε Κουρήτων καὶ Λελέγων, οἳ νῦν Αἰτωλοὶ καὶ Λοκροὶ καλοῦνται, καὶ συχνῶν ἄλλων τῶν περὶ τὸν Παρνασὸν οἰκούντων, ἡγουμένου τῶν πολεμίων Δευκαλίωνος τοῦ Προμηθέως, μητρὸς δὲ Κλυμένης τῆς Ὠκεανοῦ.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
