Ancient Greek
Book 1, Chapter 18
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.18.4
Not analysed yet
μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν. καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμην ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ· εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν,