Ancient Greek · ~2 min
Book 1, Chapter 19
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.19.1
Not analysed yet
οἱ δὲ διὰ τῆς μεσογείου τραπόμενοι, τὴν ὀρεινὴν τῆς Ἰταλίας ὑπερβαλόντες, εἰς τὴν Ὀμβρικῶν ἀφικνοῦνται χώραν τῶν ὁμορούντων Ἀβοριγῖσι. πολλὰ δὲ καὶ ἄλλα χωρία τῆς Ἰταλίας ᾤκουν Ὀμβρικοί, καὶ ἦν τοῦτο τὸ ἔθνος ἐν τοῖς πάνυ μέγα τε καὶ ἀρχαῖον. τὸ μὲν οὖν κατʼ ἀρχὰς ἐκράτουν οἱ Πελασγοὶ τῶν χωρίων ἔνθα τὸ πρῶτον ἱδρύσαντο καὶ πολισμάτια τῶν Ὀμβρικῶν κατελάβοντό τινα· συνελθόντος δʼ ἐπʼ αὐτοὺς μεγάλου στρατοῦ δείσαντες τῶν πολεμίων τὸ πλῆθος εἰς τὴν Ἀβοριγίνων ἀπιόντες τρέπονται.