Ancient Greek · ~3 min
1.21.2 to 1.21.3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.21.2-3
Not analysed yet
πάντων δὲ περιφανέστατον μνημεῖον τῆς ἐν Ἄργει ποτὲ οἰκήσεως τῶν ἀνθρώπων ἐκείνων οἳ τοὺς Σικελοὺς ἐξήλασαν, ὁ τῆς Ἥρας νεὼς ἐν Φαλερίῳ κατεσκευασμένος ὡς ἐν Ἄργει, ἔνθα καὶ τῶν θυηπολιῶν ὁ τρόπος ὅμοιος ἦν καὶ γυναῖκες ἱεραὶ θεραπεύουσαι τὸ τέμενος ἥ τε λεγομένη κανηφόρος ἁγνὴ γάμων παῖς καταρχομένη τῶν θυμάτων χοροί τε παρθένων ὑμνουσῶν τὴν θεὸν ᾠδαῖς πατρίοις. ἔσχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν· καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ.