Ancient Greek
Book 1, Chapter 25
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.25.5
Not analysed yet
Τυρρηνίας μὲν γὰρ δὴ ὄνομα τὸν χρόνον ἐκεῖνον ἀνὰ τὴν Ἑλλάδα ἦν, καὶ πᾶσα ἡ προσεσπέριος Ἰταλία τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθεῖσα τὴν ἐπίκλησιν ἐκείνην ἐλάμβανεν, ὥσπερ καὶ τῆς Ἑλλάδος ἄλλῃ τε πολλαχῇ καὶ περὶ τὴν καλουμένην νῦν Πελοπόννησον ἐγένετο· ἐπὶ γὰρ ἑνὸς τῶν οἰκούντων ἐν αὐτῇ ἐθνῶν, τοῦ Ἀχαϊκοῦ, καὶ ἡ σύμπασα χερρόνησος, ἐν ᾗ καὶ τὸ Ἀρκαδικὸν καὶ τὸ Ἰωνικὸν καὶ ἄλλα συχνὰ ἔθην ἔνεστιν, Ἀχαΐα ὠνομάσθη.