# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.28.2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 1, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.28.2

Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς εἰ καί τις ἄλλος ἔμπειρος ὤν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθείς, οὔτε Τυρρηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν οὔτε ἀποικίαν Μῃόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται Τυρρηνίας τε μνήμην ὡς Λυδῶν ἀποκτίσεως ταπεινοτέρων ἄλλων μεμνημένος οὐδεμίαν πεποίηται· Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόρηβον, τούτους δὲ μερισαμένους τὴν πατρῴαν ἀρχὴν ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους· καὶ τοῖς ἔθνεσιν ὧν ἦρξαν ἐπʼ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας, λέγων ὧδε· ʽἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ Τορήβου δὲ Τόρηβοι. τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι σιλλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
