Ancient Greek · ~2 min
Book 1, Chapter 29
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.29.2
Not analysed yet
ἔθνη . ἦν γὰρ δὴ χρόνος ὅτε καὶ Λατῖνοι καὶ Ὀμβρικοὶ καὶ Αὔσονες καὶ συχνοὶ ἄλλοι Τυρρηνοὶ ὑφʼ Ἑλλήνων ἐλέγοντο, τῆς διὰ μακροῦ τῶν ἐθνῶν οἰκήσεως ἀσαφῆ ποιούσης τοῖς πρόσω τὴν ἀκρίβειαν· τήν τε Ῥώμην αὐτὴν πολλοὶ τῶν συγγραφέων Τυρρηνίδα πόλιν εἶναι ὑπέλαβον. ὀνομάτων μὲν οὖν ἐναλλαγήν, ἐπεὶ καὶ βίων, πείθομαι τοῖς ἔθνεσι γενέσθαι· κοινοῦ δὲ ἄμφω μετειληφέναι γένους οὐ πείθομαι, πολλοῖς τε ἄλλοις καὶ μάλιστα ταῖς φωναῖς αὐτῶν διηλλαγμέναις καὶ οὐδεμίαν ὁμοιότητα σωζούσαις τεκμαιρόμενος.