Ancient Greek · ~2 min
1.3.1 to 1.3.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.3.1-2
Not analysed yet
αἱ μὲν οὖν ἐπιφανέσταται τῶν πρόσθεν ἡγεμονιῶν, ἃς παρειλήφαμεν ἐκ τῆς ἱστορίας, τοσαύτην ἀκμήν τε καὶ ἰσχὺν λαβοῦσαι κατελύθησαν· τὰς γὰρ Ἑλληνικὰς δυνάμεις οὐκ ἄξιον αὐταῖς ἀντιπαρεξετάζειν, οὔτε μέγεθος ἀρχῆς οὔτε χρόνον ἐπιφανείας τοσοῦτον ὅσον ἐκεῖναι λαβούσας. Ἀθηναῖοι μέν γε αὐτῆς μόνον ἦρξαν τῆς παραλίου δυεῖν δέοντα ἑβδομήκοντα ἔτη καὶ οὐδὲ ταύτης ἁπάσης, ἀλλὰ τῆς ἐντὸς Εὐξείνου τε πόντου καὶ τοῦ Παμφυλίου πελάγους, ὅτε μάλιστα ἐθαλασσοκράτουν. Λακεδαιμόνιοι δὲ Πελοποννήσου καὶ τῆς ἄλλης κρατοῦντες Ἑλλάδος ἕως Μακεδονίας τὴν ἀρχὴν προὐβίβασαν, ἐπαύσθησαν δὲ ὑπὸ Θηβαίων οὐδὲ ὅλα τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχόντες.