Ancient Greek · ~2 min
1.3.5 to 1.3.6
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.3.5-6
Not analysed yet
τέως ἐδόκει μέγιστον ἰσχύειν κατὰ γῆν, οὐδὲν ἔτι ἀντίπαλον ἔχουσα οὔτε βάρβαρον φῦλον οὔτε Ἑλληνικὸν γενεὰν ἑβδόμην ἤδη τὴν ἐπʼ ἐμοῦ διαμένει παντὸς ἄρχουσα τόπου· ἔθνος δὲ οὐδὲν ὡς εἰπεῖν ἐστιν, ὃ περὶ τῆς κοινῆς ἡγεμονίας ἢ τοῦ μὴ ἄρχεσθαι πρὸς αὐτὴν διαφέρεται. ἀλλὰ γὰρ ὅτι μὲν οὔτε τὴν ἐλαχίστην τῶν ὑποθέσεων προῄρημαι, καθάπερ ἔφην, οὔτε περὶ φαύλας καὶ ἀσήμους πράξεις ἔγνωκα διατρίβειν, ἀλλὰ περί τε πόλεως γράφω τῆς περιφανεστάτης καὶ περὶ πράξεων ὧν οὐκ ἂν ἔχοι τις ἑτέρας ἐπιδείξασθαι λαμπροτέρας, οὐκ οἶδʼ ὅ,τι δεῖ πλείω λέγειν.