Ancient Greek · ~2 min
1.30.4 to 1.30.5
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.30.4-5
Not analysed yet
τρόπον ὀνομάζουσι. πόλεις δὲ ἅστινας ᾤκισαν οἱ Τυρρηνοὶ, καὶ πολιτευμάτων οὕς2τινας κατεστήσαντο κόσμους, δύναμίν τε ὁπόσην οἱ σύμπαντες καὶ ἔργα εἴ τινα μνήμης ἄξια διεπράξαντο, τύχαις τε ὁποίαις ἐχρήσαντο, ἐν ἑτέρῳ δηλωθήσεται λόγῳ. τὸ δʼ οὖν Πελασγικὸν φῦλον, ὅσον μὴ διεφθάρη τε καὶ κατὰ τὰς ἀποικίας διεσπάσθη, διέμεινε δὲ ὀλίγον ἀπὸ πολλοῦ, μετὰ τῶν Ἀβοριγίνων πολιτευόμενον ἐν τούτοις ὑπελείφθη τοῖς χωρίοις, ὅπου σὺν χρόνῳ τὴν Ῥώμην οἱ ἔκγονοι αὐτῶν σὺν τοῖς ἄλλοις ἐπολίσαντο. καὶ τὰ μὲν ὑπὲρ τοῦ Πελασγικοῦ γένους μυθολογούμενα τοιάδε ἐστί.