Ancient Greek
Book 1, Chapter 34
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.34.2
Not analysed yet
τῶν δὲ ὑπολειφθέντων οἱ μὲν πλείους ἦσαν Πελοποννήσιοι, Φενεᾶταί τε καὶ Ἐπειοὶ ἐξ Ἤλιδος, οἷς οὐκέτι πόθος ἦν τῆς οἴκαδε ὁδοῦ διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ἐν τῷ πρὸς Ἡρακλέα πολέμῳ, ἐμέμικτο δέ τι καὶ Τρωικὸν αὐτοῖς τῶν ἐπὶ Λαομέδοντος αἰχμαλώτων ἐξ Ἰλίου γενομένων ὅτε τῆς πόλεως Ἡρακλῆς ἐκράτησε. δοκεῖ δέ μοι καὶ τοῦ ἄλλου στρατοῦ πᾶν, εἴ τι καματηρὸν ἢ τῇ πλάνῃ ἀχθόμενον ἦν, ἄφεσιν τῆς στρατείας αἰτησάμενον ἐν τῷ χωρίῳ