# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.34.5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 1, Chapter 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.34.5

ὡς δʼ ἐγὼ συμβαλλόμενος εὑρίσκω, καὶ πρὶν Ἡρακλέα ἐλθεῖν εἰς Ἰταλίαν ἱερὸς ἦν ὁ τόπος τοῦ Κρόνου καλούμενος ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος, καὶ ἡ ἄλλη δὲ ἀκτὴ σύμπασα ἡ νῦν Ἰταλία καλουμένη τῷ θεῷ τούτῳ ἀνέκειτο, Σατορνία πρὸς τῶν ἐνοικούντων ὀνομαζομένη, ὡς ἔστιν εὑρεῖν ἔν τε Σιβυλλείοις τισὶ λογίοις καὶ ἄλλοις χρηστηρίοις ὑπὸ τῶν θεῶν δεδομένοις εἰρημένον, ἱερά τε πολλαχῇ τῆς χώρας ἐστὶν ἱδρυμένα τῷ θεῷ καὶ πόλεις τινὲς οὕτως ὥσπερ ἡ σύμπασα τότε ἀκτὴ ὀνομαζόμεναι χῶροί τε πολλοὶ τοῦ δαίμονος ἐπώνυμοι καὶ μάλιστα οἱ σκόπελοι καὶ τὰ μετέωρα·

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
