# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.37.1

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 1, Chapter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.37.1

οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δʼ ἐστὶν ὡς σιτοφόρος· οὐδʼ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δʼ ὡς δενδρῖτις ὀλιγόκαρπος· οὐδʼ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δʼ ἀνεπιτήδειος· οὐδʼ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύδενδρον καὶ πολύβοτον, ἐνδιαίτημα δʼ ἀνθρώποις ὑπάρχειν ἄχαρι· ἀλλʼ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶ

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
