Ancient Greek
Book 1, Chapter 37
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.37.2
Not analysed yet
ὠφελείας ἔκπλεως. ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας; ποίας δʼ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια; ποίας δʼ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ τὰ Φαλερίνων χωρία θαυμαστῶς ὡς φιλάμπελα καὶ διʼ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα;