Ancient Greek · ~3 min
Book 1, Chapter 39
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.39.2
Not analysed yet
εὑρὼν δὲ πόαν ἐν αὐτῷ βουκολίδα πολλὴν καὶ καλήν, τὰς μὲν βοῦς· ἀνῆκεν εἰς νομὴν, αὐτὸς δὲ βαρυνόμενος ὑπο κόπου κατακλιθεὶς ἔδωκεν αὑτὸν ὕπνῳ. ἐν δὲ τούτῳ λῃστής τις ἐπιχώριος ὄνομα Κάκος περιτυγχάνει ταῖς βουσὶν ἀφυλάκτοις νεμομέναις καὶ αὐτῶν ἔρωτα ἴσχει. ως δὲ τὸν Ἡρακλέα κοιμώμενον αὐτοῦ κατέμαθεν, ἁπάσας μὲν οὐκ ἂν ᾤετο δύνασθαι λαθεῖν ἀπελάσας, καὶ ἅμα οὐδὲ ῥᾴδιον ὂν τὸ πρᾶγμα κατεμάνθανεν· ὀλίγας δέ τινας ἐξ αὐτῶν εἰς τὸ ἄντρον, ἐν ᾧ πλησίον ὄντι ἐτύγχανε τὴν δίαιταν ποιούμενος, ἀποκρύπτεται ἔμπαλιν τῆς κατὰ φύσιν τοῖς ζῴοις πορείας ἐπισπώμενος ἑκάστην κατʼ οὐράν. τοῦτο δὲ αὐτῷ τῶν ἐλέγχων ἀφανισμὸν ἐδύνατο παρασχεῖν ἐναντίας φανησομένης τοῖς ἴχνεσι τῆς ὁδοῦ.