Ancient Greek · ~2 min
Book 1, Chapter 43
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.43.1
Not analysed yet
λέγουσι δέ τινες αὐτὸν καὶ παῖδας ἐν τοῖς χωρίοις τούτοις, ἃ νῦν Ῥωμαῖοι κατοικοῦσιν, ἐκ δύο γυναικῶν γενομένους καταλιπεῖν· Πάλλαντα μὲν ἐκ τῆς Εὐάνδρου θυγατρός, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινος ὑπερβορίδος κόρης, ἣν πατρὸς εἰς ὁμηρείαν δόντος ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινος ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰς Ἰταλίαν ἔπλει ἐρασθεὶς ἐγκύμονα ποιεῖ, καὶ ὅτε δὴ ἀπαίρειν εἰς Ἄργος ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι· διʼ ἣν αἰτίαν τοὺς πολλοὺς τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέους.