# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.45.1-2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 1.45.1 to 1.45.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.45.1

κατὰ δὲ τὸν χρόνον τοῦτον Τρῶες οἱ σὺν Αἰνείᾳ διαφυγόντες ἐξ Ἰλίου τῆς πόλεως ἁλούσης κατέσχον εἰς Λωρεντόν, αἰγιαλὸν Ἀβοριγίνων ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, οὐ πρόσω τῶν ἐκβολῶν τοῦ Τεβέριος· λαβόντες δὲ παρὰ τῶν Ἀβοριγίνων χωρίον εἰς οἴκησιν καὶ ὅσα ἠξίουν, πολίζονται μικρὸν ἀποσχόντες ἀπὸ θαλάττης ἐπὶ λόφῳ τινὶ Λαουΐνιον ὄνομα τῇ πόλει θέμενοι. ὀλίγῳ δʼ ὕστερον χρόνῳ τὴν ἀρχαίαν ἀλλάξαντες ὀνομασίαν ἅμα τοῖς Ἀβοριγῖσιν ἀπὸ τοῦ βασιλέως τῆς χώρας Λατῖνοι ὠνομάσθησαν· καὶ μεταναστάντες ἐκ τοῦ Λαουϊνίου κοινῇ μετὰ τῶν ἐπιχωρίων μείζονα περιβάλλονται πόλιν, ἣν Ἄλβαν ἐκάλεσαν, ἐξ ἧς ὁρμώμενοι πολλὰς μὲν καὶ ἄλλας πόλεις ἔκτισαν τῶν κληθέντων Πρίσκων Λατίνων, ἐξ ὧν αἱ πλεῖσται ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι,

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
