Ancient Greek · ~2 min
Book 1, Chapter 45
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.45.3
Not analysed yet
γενεαῖς δʼ ὕστερον ἑκκαίδεκα μετὰ τὴν Ἰλίου ἅλωσιν ἐκπέμψαντες ἀποικίαν εἰς τὸ Παλλάντιόν τε καὶ τὴν Σατορνίαν, ἔνθα Πελοποννήσιοί τε καὶ Ἀρκάδες τὴν πρώτην οἴκησιν ἐποιήσαντο καὶ ἦν ἔτι ζώπυρʼ ἄττα περιλειπόμενα τοῦ παλαιοῦ γένους, οἰκίζουσι τοὺς τόπους περιλαβόντες τείχεσι τὸ Παλλάντιον, ὥστε λαβεῖν πόλεως σχῆμα τότε πρῶτον. τίθενται δὲ τῷ κτίσματι Ῥώμην ὄνομα ἀπὸ τοῦ στείλαντος τὴν ἀποικίαν Ῥωμύλου, ὃς ἦν ἕβδομος καὶ