Ancient Greek · ~3 min
Book 1, Chapter 51
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.51.2
Not analysed yet
ἐχρήσαντο, Τροία καλούμενος. ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δʼ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ· καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπʼ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπʼ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ· οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας. ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετʼ Αἰτωλῶν ἔδωκαν.