Ancient Greek · ~3 min
1.58.3 to 1.58.4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.58.3-4
Not analysed yet
ἀμειψόμεθα δὲ αὐτὰ πολλαῖς καὶ ἀγαθαῖς ἔργων ἀμοιβαῖς παρέχοντες ὑμῖν καὶ σώματα καὶ ψυχὰς εὖ πρὸς τὰ δεινὰ πεπαιδευμένας χρῆσθαι ὁπόσα βούλεσθε, τὴν ὑμετέραν γῆν φυλάττοντες ἀδῄωτον, τὴν δὲ τῶν πολεμίων προθύμως συγκατακτώμενοι. ἱκέται δὲ ὑμῶν γινόμεθα μὴ πρὸς ὀργὴν τὰ πεπραγμένα λαμβάνειν, ἐνθυμηθέντας ὡς οὐ σὺν ὕβρει, ἀλλʼ ὑπʼ ἀνάγκης ταῦτα βιασθέντες ἐποιοῦμεν· ἅπαν δὲ σύγγνωμον τὸ ἀκούσιον. καὶ δεῖ ὑμᾶς μηδὲν ἐναντίον βουλεῦσαι περὶ ἡμῶν χεῖρας προεχομένων, εἰ δὲ μή, θεοὺς καὶ δαίμονας οἳ κατέχουσι τήνδε τὴν γῆν παραιτούμενοι συγγνώμονας ἡμῖν γενέσθαι καὶ ὧν ἠναγκασμένοι δρῶμεν πειρασόμεθα πολέμου ἄρχοντας ὑμᾶς ἀμύνεσθαι. οὐ γὰρ ἂν νῦν πρώτου οὐδὲ μεγίστου πολέμου τοῦδε ἀπολαύσαιμεν.