# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.58.5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 1, Chapter 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.58.5

ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλʼ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν. εἰ δʼ ἐπαληθεύεται ὑμῖν ὅδʼ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
