Ancient Greek · ~2 min
Book 1, Chapter 6
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.6.5
Not analysed yet
ἐμοὶ δὲ, ὃς οὐχὶ κολακείας χάριν ἐπὶ ταύτην ἀπέκλινα τὴν πραγματείαν, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου προνοούμενος, ὧν δεῖ στοχάζεσθαι πᾶσαν ἱστορίαν, πρῶτον μὲν ἐπιδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ὅτι χρηστὴ πρὸς ἅπαντας ἐστὶ τοὺς ἀγαθοὺς καὶ φιλοθεώρους τῶν καλῶν ἔργων καὶ μεγάλων· ἔπειτα χαριστηρίους ἀμοιβάς, ἃς ἐμοὶ δύναμις ἦν, ἀποδοῦναι τῇ πόλει, παιδείας τε μεμνημένῳ καὶ τῶν ἄλλων ἀγαθῶν ὅσων ἀπέλαυσα διατρίψας ἐν αὐτῇ.