Ancient Greek
1.60.1 to 1.60.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.60.1-2
Not analysed yet
ἐπειδὴ δὲ κατεσκευάσθη τοῖς Τρωσὶν ἡ πόλις, ἐπιθυμία πάντας ἴσχεν ἰσχυρὰ τοῦ παρʼ ἀλλήλων ἀπολαῦσαι χρησίμου, καὶ οἱ βασιλεῖς αὐτῶν πρῶτοι ἄρχουσι μίξαντες τοῦ τε ἐπιχωρίου καὶ τοῦ ἐπήλυδος γένους τὴν ἀξίωσιν ἐπὶ συναλλαγαῖς γάμου, δόντος Λατίνου τὴν θυγατέρα Λαῦναν Αἰνείᾳ γυναῖκα. ἔπειτα καὶ οἱ ἄλλοι τὴν αὐτὴν τοῖς βασιλεῦσιν ἐπιθυμίαν λαβόντες καὶ διʼ ὀλίγου πάνυ χρόνου συνενεγκάμενοι ἔθη καὶ νόμους καὶ θεῶν ἱερά, κηδείας τε συνάψαντες ἀλλήλοις καὶ κοινωνίαις πολέμων ἀνακεράσθέντες, οἱ σύμπαντες κοινῇ ὀνομασίᾳ προσαγορεύοντες ἑαυτοὺς ἀπὸ τοῦ βασιλέως τῶν Ἀβοριγίνων Λατίνους, οὕτω βεβαίως ἔμειναν ἐπὶ τοῖς συγκειμένοις, ὥστʼ οὐδεὶς αὐτοὺς ἔτι χρόνος ἀπʼ ἀλλήλων διέστησε.