Ancient Greek
Book 1, Chapter 61
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.61.5
Not analysed yet
τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια. κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.