Ancient Greek · ~2 min
Book 1, Chapter 65
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.65.2
Not analysed yet
τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον· ὡς δʼ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι. τοῦ δὲ βασιλέως τῶν Τυρρηνῶν τά τε ἄλλα ὡς δεδουλωμένοις ἀφόρητα ἐπιτάσσοντος καὶ τὸν οἶνον ὅσον ἂν ἡ Λατίνων γῆ φέρῃ Τυρρηνοῖς ἀπάγειν ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλεως φυλάξαντες νύκτʼ ἀσέληνον.