Ancient Greek · ~2 min
Book 1, Chapter 66
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.66.1
Not analysed yet
τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τʼ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν. ἔστι δʼ ἡ Ἄλβα καθʼ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δʼ ἕνεκα διορίζεται παρʼ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δʼ ἔστι Λευκὴ μακρά.