Ancient Greek
Book 1, Chapter 72
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.72.5
Not analysed yet
Καλλίας δὲ ὁ τὰς Ἀγαθοκλέους πράξεις ἀναγράψας Ῥώμην τινὰ Τρωάδα τῶν ἀφικνουμένων ἅμα τοῖς ἄλλοις Τρωσὶν εἰς Ἰταλίαν γήμασθαι Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων καὶ γεννῆσαι τρεῖς παῖδας, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον . . . οἰκίσαντας δὲ πόλιν, ἀπὸ τῆς μητρὸς αὐτῇ θέσθαι τοὔνομα. Ξεναγόρας δὲ ὁ συγγραφεὺς Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν· οἰκίσαντας δὲ τρεῖς πόλεις ἀφʼ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας.