Ancient Greek · ~1 min
Book 1, Chapter 73
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.73.5
Not analysed yet
κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα παλαιά τις εὑρίσκεται καὶ προτεροῦσα τῶν Τρωικῶν πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστίν, ἢ χωρίον ἕτερον ἐτύγχανεν οὕτως ὀνομαζόμενον ἀσαφὲς ἐκείνου καταλιπόντος οὐδʼ ἐγὼ δύναμαι συμβαλεῖν. περὶ μὲν οὖν τῶν παλαιῶν κτίσεων ἱκανὰ ἡγοῦμαι τὰ προειρημένα.