Ancient Greek · ~3 min
1.78.1 to 1.78.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.78.1-2
Not analysed yet
Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστʼ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών. ὡς δὲ κατήγορος αὕτη τοῦ πάθους ἐγένετο γυναικείᾳ τεκμάρσει τὸ ἀφανὲς τοῖς ἄλλοις ἀνευροῦσα, τῆς μὲν παιδός, ὡς μὴ λάθῃ τεκοῦσα ʽἦν δὲ οὐ πρόσω τοῦ τόκοὐ φυλακὴν ἐποιεῖτο διʼ ὅπλων· αὐτὸς δὲ καλέσας τὸν ἀδελφὸν εἰς τὸ συνέδριον τῆς τε λανθανούσης τοὺς ἄλλους φθορᾶς μηνυτὴς γίνεται καὶ ᾐτιᾶτο συγκακουργεῖν τῇ κόρῃ τοὺς γονεῖς ἐκέλευέ τε μὴ