Ancient Greek
Book 1, Chapter 8
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.8.2
Not analysed yet
καταβιβάζω δὲ τὴν διήγησιν ἐπὶ τὴν ἀρχὴν τοῦ πρώτου Φοινικικοῦ πολέμου τὴν γενομένην ἐνιαυτῷ τρίτῳ τῆς ὀγδόης καὶ εἰκοστῆς ἐπὶ ταῖς ἑκατὸν ὀλυμπιάσιν. ἀφηγοῦμαι δὲ τούς τε ὀθνείους πολέμους τῆς πόλεως ἅπαντας, ὅσους ἐν ἐκείνοις τοῖς χρόνοις ἐπολέμησε, καὶ τὰς ἐμφυλίους στάσεις ὁπόσας ἐστασίασεν, ἐξ οἵων αἰτιῶν ἐγένοντο καὶ δι’ οἵων τρόπων τε καὶ λόγων κατελύθησαν· πολιτειῶν τε ἰδέας διέξειμι πάσας ὅσαις ἐχρήσατο βασιλευομένη τε καὶ μετὰ τὴν κατάλυσιν τῶν μονάρχων, καὶ τίς ἦν αὐτῶν ἑκάστης ὁ κόσμος· ἔθη τε τὰ κράτιστα καὶ νόμους τοὺς ἐπιφανεστάτους διηγοῦμαι καὶ συλλήβδην ὅλον ἀποδείκνυμι τὸν ἀρχαῖον βίον τῆς πόλεως.