Ancient Greek · ~3 min
Book 1, Chapter 81
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.81.2
Not analysed yet
ἀπῄει πρῶτος εἰς τὴν πόλιν. οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ βουφόρβια. Ἀμόλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νεμέτορι ʽπαρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταισʼ εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι καὶ ἅμα καὶ τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, διʼ ὑποψίας λαμβάνων καταψηφίζεται τὴν δίκην· τῆς δὲ τιμωρίας τὸν Νεμέτορα ποιεῖ κύριον εἰπών, ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται.