Ancient Greek
1.84.5 to 1.84.8
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.84.5-8
Not analysed yet
Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρʼ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης. ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων· ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵνʼ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ πλήθει πρόφασις. ὡς δὲ ταῦτʼ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ· Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι. πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν. περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.