# Ῥωμαϊκὴ Ἀρχαιολογία 1.85.4-5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 1.85.4 to 1.85.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/1.85.4

ὡς δὲ ἀνέστησαν ἐκ τῆς Ἄλβας οἱ νεανίσκοι τὸν λεὼν μίξαντες αὐτῷ τὸν αὐτόθεν, ὅσος ἦν ἐν τῷ Παλλαντίῳ καὶ περὶ τὴν Σατορνίαν ὑπολιπής, μερίζονται τὸ πλῆθος ἅπαν διχῇ. τοῦτο δὲ αὐτοῖς δόξαν παρέσχε φιλοτιμίας, ἵνα θᾶττον ἀνύηται τῇ πρὸς ἀλλήλους ἁμίλλῃ τὰ ἔργα, αἴτιον δὲ τοῦ μεγίστου κακοῦ, στάσεως, ἐγένετο. οἵ τε γὰρ προσνεμηθέντες αὐτοῖς τὸν ἑαυτῶν ἡγεμόνα ἕκαστοι κυδαίνοντες ὡς ἐπιτήδειον ἁπάντων ἄρχειν ἐπῆρον, αὐτοί τε οὐκέτι μίαν γνώμην ἔχοντες οὐδὲ ἀδελφὰ διανοεῖσθαι ἀξιοῦντες, ὡς αὐτὸς ἄρξων ἑκάτερος θατέρου, παρώσαντες τὸ ἴσον τοῦ πλείονος ὠρέγοντο. τέως μὲν οὖν ἀφανῆ τὰ πλεονεκτήματα αὐτῶν ἦν, ἔπειτα δὲ ἐξερράγη σὺν τοιᾷδε προφάσει.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
