Ancient Greek · ~3 min
Book 1, Chapter 87
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.87.4
Not analysed yet
πολίζει τὸ Παλλάντιον. ὁ μὲν οὖν πιθανώτατος τῶν λόγων περὶ τῆς Ῥώμου τελευτῆς οὗτος εἶναί μοι δοκεῖ. λεγέσθω δʼ ὅμως καὶ εἴ τις ἑτέρως ἔχων παραδέδοται. φασὶ δή τινες συγχωρήσαντʼ αὐτὸν τῷ Ῥωμύλῳ τὴν ἡγεμονίαν, ἀχθόμενον δὲ καὶ διʼ ὀργῆς ἔχοντα τὴν ἀπάτην, ἐπειδὴ κατεσκευάσθη τὸ τεῖχος φλαῦρον ἀποδεῖξαι τὸ ἔρυμα βουλόμενον, Ἀλλὰ τοῦτό γʼ, εἰπεῖν, οὐ χαλεπῶς ἄν τις ὑμῖν ὑπερβαίη πολέμιος, ὥσπερ ἐγώ· καὶ αὐτίκα ὑπεραλέσθαι· Κελέριον δέ τινα τῶν ἐπιβεβηκότων τοῦ τείχους, ὃς ἦν ἐπιστάτης τῶν ἔργων, Ἀλλὰ τοῦτόν γε τὸν πολέμιον οὐ χαλεπῶς ἄν τις ἡμῶν ἀμύναιτο, εἰπόντα, πλῆξαι τῷ σκαφείῳ κατὰ τῆς κεφαλῆς καὶ αὐτίκα ἀποκτεῖναι· τὸ μὲν δὴ τέλος τῆς στάσεως τῶν ἀδελφῶν τοιοῦτο λέγεται γενέσθαι.