Ancient Greek · ~2 min
Book 1, Chapter 89
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.89.4
Not analysed yet
κόσμου τῆς πόλεως νεοχμῶσαι εἰκὸς ἦν· ἐπεὶ ἄλλοι γε συχνοὶ ἐν βαρβάροις οἰκοῦντες ὀλίγου χρόνου διελθόντος ἅπαν τὸ Ἑλληνικὸν ἀπέμαθον, ὡς μήτε φωνὴν Ἑλλάδα φθέγγεσθαι μήτε ἐπιτηδεύμασιν Ελλήνων χρῆσθαι, μήτε θεοὺς τοὺς αὐτοὺς νομίζειν, μήτε νόμους τοὺς ἐπιεικεῖς, ᾧ μάλιστα διαλλάσσει φύσις Ἑλλὰς βαρβάρου, μήτε τῶν ἄλλων συμβολαίων μηδʼ ὁτιοῦν. ἀποχρῶσι δὲ τὸν λόγον τόνδε Ἀχαιῶν οἱ περὶ τὸν Πόντον ᾠκημένοι τεκμηριῶσαι, Ἠλείων μὲν ἐκ τοῦ Ἑλληνικωτάτου γενόμενοι, βαρβάρων δὲ συμπάντων τῶν νῦν ὄντες ἀγριώτατοι.