Ancient Greek
Book 1, Chapter 9
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.9.1
Not analysed yet
τὴν ἡγεμόνα γῆς καὶ θαλάσσης ἁπάσης πόλιν, ἣν νῦν κατοικοῦσι Ῥωμαῖοι, παλαιότατοι τῶν μνημονευομένων λέγονται κατασχεῖν βάρβαροι Σικελοί, ἔθνος αὐθιγενές· τὰ δὲ πρὸ τούτων οὔθʼ ὡς κατείχετο πρὸς ἑτέρων οὔθʼ ὡς ἔρημος ἦν οὐδεὶς ἔχει βεβαίως εἰπεῖν. χρόνῳ δὲ ὕστερον Ἀβοριγῖνες αὐτὴν παραλαμβάνουσι πολέμῳ μακρῷ τοὺς ἔχοντας ἀφελόμενοι·