# Ῥωμαϊκὴ Ἀρχαιολογία 2.16.2-3

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 2.16.2 to 2.16.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/2.16.2

ταῦτά τε δὴ καὶ τἆλλα τούτοις ὅμοια καταστησάμενος πολιτεύματα μεγάλην ἐκ μικρᾶς ἐποίησε τὴν ἀποικίαν, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσεν. οἱ μὲν γὰρ συνοικίσαντες μετʼ αὐτοῦ τὴν Ῥώμην οὐ πλείους ἦσαν ἀνδρῶν τρισχιλίων πεζοὶ καὶ τριακοσίων ἐλάττους ἱππεῖς· οἱ δὲ καταλειφθέντες ὑπʼ ἐκείνου, ὅτʼ ἐξ ἀνθρώπων ἠφανίσθη, πεζοὶ μὲν ἑξακισχίλιοι πρὸς τέτταρσι μυριάσιν, ἱππεῖς δʼ οὐ πολὺ ἀπέχοντες χιλίων. ἐκείνου δὲ ἄρξαντος τῶν πολιτευμάτων τούτων οἵ τε βασιλεῖς οἱ μετʼ αὐτὸν ἡγησάμενοι τῆς πόλεως τὴν αὐτὴν ἐφυλάξαντο προαίρεσιν καὶ οἱ μετʼ ἐκείνους τὰς ἐνιαυσίους λαμβάνοντες ἀρχὰς ἔστιν ἃ καὶ προστιθέντες, οὕτως ὥστε μηδενὸς ἔθνους τοῦ δοκοῦντος εἶναι πολυανθρωποτάτου τὸν Ῥωμαίων γενέσθαι δῆμον ἐλάττονα.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
