# Ῥωμαϊκὴ Ἀρχαιολογία 2.19.2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 2, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/2.19.2

δεσμοὶ καὶ θητεῖαι θεῶν παρʼ ἀνθρώποις· ἑορτή τε οὐδεμία παρʼ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ὡς παρʼ Ἕλλησιν ἐπιτελεῖται περί τε Φερσεφόνης ἁρπαγὴν καὶ τὰ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα· οὐδʼ ἂν ἴδοι τις παρʼ αὐτοῖς, καίτοι διεφθαρμένων ἤδη τῶν ἐθῶν, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐκ ἀγυρμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλʼ εὐλαβῶς ἅπαντα πραττόμενά τε καὶ λεγόμενα τὰ περὶ τοὺς θεούς, ὡς οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις·

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
