Ancient Greek · ~2 min
Book 2, Chapter 24
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.24.4
Not analysed yet
αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφʼ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας·