Ancient Greek · ~1 min
Book 2, Chapter 3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.3.2
Not analysed yet
οὔτε γὰρ ἐν τοῖς ὀθνείοις πολέμοις τὰς βαθείας τάφρους καὶ τὰ ὑψηλὰ ἐρύματα ἱκανὰ εἶναι τοῖς ἔνδον ἀπράγμονα σωτηρίας ὑπόληψιν παρασχεῖν, ἀλλʼ ἕν τι μόνον ἐγγυᾶσθαι τὸ μηθὲν ἐξ ἐπιδρομῆς κακὸν ὑπʼ ἐχθρῶν παθεῖν προκαταληφθέντας, οὔθʼ ὅταν ἐμφύλιοι ταραχαὶ τὸ κοινὸν κατάσχωσι, τῶν ἰδίων οἴκων καὶ ἐνδιαιτημάτων τὰς καταφυγὰς ὑπάρχειν τινὶ ἀκινδύνους.