Ancient Greek
Book 2, Chapter 3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.3.5
Not analysed yet
τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους· μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰ