Ancient Greek · ~3 min
Book 2, Chapter 34
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.34.2
Not analysed yet
πολλὰς ἅμα τούτοις θυσίας ἐποιήσατο. τελευταῖος δὲ τῆς πομπῆς αὐτὸς ἐπορεύετο ἐσθῆτα μὲν ἠμφιεσμένος ἁλουργῆ, δάφνῃ δὲ κατεστεμμένος τὰς κόμας καὶ ἵνα τὸ βασίλειον ἀξίωμα σώζῃ τεθρίππῳ παρεμβεβηκώς. ἡ δʼ ἄλλη δύναμις αὐτῷ παρηκολούθει πεζῶν τε καὶ ἱππέων κεκοσμημένη κατὰ τέλη θεούς τε ὑμνοῦσα πατρίοις ᾠδαῖς καὶ τὸν ἡγεμόνα κυδαίνουσα ποιήμασιν αὐτοσχεδίοις. οἱ δʼ ἐκ τῆς πόλεως ὑπήντων αὐτοῖς ἅμα γυναιξί τε καὶ τέκνοις παρʼ ἄμφω τὰ μέρη τῆς ὁδοῦ τῇ τε νίκῃ συνηδόμενοι καὶ τὴν ἄλλην ἅπασαν ἐνδεικνύμενοι φιλοφροσύνην. ὡς δὲ παρῆλθεν ἡ δύναμις εἰς τὴν πόλιν κρατῆρσί τε ἐπετύγχανεν οϊνῳ κεκραμένοις καὶ τραπέζαις τροφῆς παντοίας γεμούσαις, αἳ παρὰ τὰς ἐπιφανεστάτας τῶν οἰκιῶν ἔκειντο, ἵνα ἐμφορεῖσθαι τοῖς βουλομένοις ᾖ.