# Ῥωμαϊκὴ Ἀρχαιολογία 2.34.4

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 2, Chapter 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/2.34.4

ἅπασαν ἰδέαν ἐκβέβηκε τὴν ἀρχαίαν εὐτέλειαν. μετὰ δὲ τὴν πομπήν τε καὶ θυσίαν νεὼν κατασκευάσας ὁ Ῥωμύλος ἐπὶ τῆς κορυφῆς τοῦ Καπιτωλίου Διός, ὃν ἐπικαλοῦσι Ῥωμαῖοι φερέτριον, οὐ μέγαν· ἔτι γὰρ αὐτοῦ σώζεται τὸ ἀρχαῖον ἴχνος ἐλάττονας ἢ πέντε ποδῶν καὶ δέκα τὰς μείζους πλευρὰς ἔχον· ἐν τούτῳ καθιέρωσε τὰ σκῦλα τοῦ Καινινιτῶν βασιλέως, ὃν αὐτοχειρίᾳ κατειργάσατο. τὸν δὲ Δία τὸν φερέτριον, ᾧ τὰ ὅπλα ὁ Ῥωμύλος ἀνέθηκεν, εἴτε βούλεταί τις τροπαιοῦχον εἴτε σκυλοφόρον καλεῖν ὡς ἀξιοῦσί τινες εἴθʼ, ὅτι πάντων ὑπερέχει καὶ πᾶσαν ἐν κύκλῳ περιείληφε τὴν τῶν ὄντων φύσιν τε καὶ κίνησιν, ὑπερφερέτην οὐχ ἁμαρτήσεται τῆς ἀληθείας.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
