Ancient Greek · ~2 min
Book 2, Chapter 35
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.35.3
Not analysed yet
τοῖς μὲν ὑμετέροις πατράσι καὶ ἀδελφοῖς καὶ ὅλαις ταῖς πόλεσιν ὑμῶν ἅπαντα τὰ δεινὰ ὀφείλεται παθεῖν, ὅτι πόλεμον ἀντὶ φιλίας οὔτε ἀναγκαῖον οὔτε καλὸν ἀνείλοντο· ἡμεῖς δὲ πολλῶν ἕνεκεν ἐγνώκαμεν μετρίᾳ χρήσασθαι γνώμῃ πρὸς αὐτοὺς θεῶν τε νέμεσιν ὑφορώμενοι τὴν ἅπασι τοῖς ὑπερόγκοις ἐνισταμένην καὶ ἀνθρώπων φθόνον δεδιότες ἔλεόν τε κοινῶν κακῶν οὐ μικρὸν ἔρανον εἶναι νομίζοντες, ὡς κἂν αὐτοί ποτε τοῦ παρʼ ἑτέρων δεηθέντες, ὑμῖν τε οὐ μεμπταῖς ὑπαρχούσαις μέχρι τοῦδε περὶ τοὺς ἑαυτῶν ἄνδρας οὐ μικρὰν οἰόμενοι ταύτην ἔσεσθαι τιμὴν καὶ χάριν.