Ancient Greek
2.35.5 to 2.35.7
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.35.5-7
Not analysed yet
αἱ μὲν δὴ γυναῖκες ὡς ταῦτʼ ἤκουσαν περιχαρεῖς γενόμεναι καὶ πολλὰ δάκρυα ὑφʼ ἡδονῆς ἀφεῖσαι μετέστησαν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Ῥωμύλος τριακοσίους μὲν ἄνδρας εἰς ἑκατέραν ἀποίκους ἀπέστειλεν, οἷς ἔδοσαν αἱ πόλεις τρίτην κατακληρουχῆσαι μοῖραν τῆς ἑαυτῶν γῆς. Καινινιτῶν δὲ καὶ Ἀντεμνατῶν τοὺς βουλομένους μεταθέσθαι τὴν οἴκησιν εἰς Ῥώμην γυναιξὶν ἅμα καὶ τέκνοις μετήγαγον κλήρους τε τοὺς ἑοὺς ἑαυτῶν ἔχοντας καὶ χρήματα φερομένους ὅσα ἐκέκτηντο, οὓς εὐθὺς εἰς φυλὰς καὶ φράτρας ὁ βασιλεὺς κατέγραψε, τρισχιλίων οὐκ ἐλάττους ὄντας, ὥστε τοὺς σύμπαντας ἑξακισχιλίους πεζοὺς Ῥωμαίοις τότε πρῶτον ἐκ καταλόγου γενέσθαι. Καινίνη μὲν δὴ καὶ Ἄντεμνα πόλεις οὐκ ἄσημοι γένος ἔχουσαι τὸ Ἑλληνικόν, Ἀβοριγῖνες γὰρ αὐτὰς ἀφελόμενοι τοὺς Σικελοὺς κατέσχον, Οἰνώτρων μοῖρα τῶν ἐξ Ἀρκαδίας ἀφικομένων, ὡς εἴρηταί μοι πρότερον, μετὰ τόνδε τὸν πόλεμον ἀποικίαι Ῥωμαίων γεγένηντο.