Ancient Greek · ~2 min
Book 2, Chapter 36
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.36.3
Not analysed yet
Σαβῖνοι δὲ ταῦτα ὁρῶντες ἤχθοντο καὶ διʼ αἰτίας ἀλλήλους εἶχον, ὅτι οὐκ ἀρχομένην τὴν Ῥωμαίων ἰσχὺν ἐκώλυσαν, ἀλλʼ ἐπὶ μέγα προηκούσῃ συμφέρεσθαι ἔμελλον, ἐδόκει τε αὐτοῖς ἐπανορθώσασθαι τὴν προτέραν ἄγνοιαν ἀξιολόγου δυνάμεως ἀποστολῇ. καὶ μετὰ τοῦτο ἀγορὰν ποιησάμενοι σύμπαντες ἐν τῇ μεγίστῃ τε πόλει καὶ πλεῖστον ἀξίωμα ἐχούσῃ τοῦ ἔθνους, ᾗ Κυρὶς ὄνομα ἦν, ψῆφον ὑπὲρ τοῦ πολέμου διήνεγκαν ἀποδείξαντες ἡγεμόνα τῆς στρατιᾶς Τῖτον, ὃς