Ancient Greek · ~2 min
Book 2, Chapter 39
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.39.1
Not analysed yet
μέχρι μὲν δὴ τούτων συμφέρονται πάντες οἱ Ῥωμαίων συγγραφεῖς, ἐν δὲ τοῖς ὕστερον λεγομένοις οὐχ ὁμολογοῦσι. Πείσων γὰρ ὁ τιμητικός, οὗ καὶ πρότερον ἐμνήσθην, ἄγγελόν φησιν ὑπὸ τῆς Ταρπείας ἀποσταλῆναι νύκτωρ ἐκ τοῦ χωρίου δηλώσοντα τῷ Ῥωμύλῳ τὰς γενομένας τῇ κόρῃ πρὸς τοὺς Σαβίνους ὁμολογίας, ὅτι μέλλοι τὰ σκεπαστήρια παρʼ αὐτῶν αἰτεῖν ὅπλα διὰ τῆς κοινότητος τῶν ὁμολογιῶν παρακρουσαμένη, δύναμίν τε ἀξιώσοντα πέμπειν ἐπὶ τὸ φρούριον ἑτέραν νυκτός, ὡς αὐτῷ στρατηλάτῃ παραληψόμενον τοὺς πολεμίους γυμνοὺς τῶν ὅπλων· τὸν δὲ ἄγγελον αὐτομολήσαντα πρὸς τὸν ἡγεμόνα τῶν Σαβίνων κατήγορον γενέσθαι τῶν τῆς Ταρπείας βουλευμάτων.