Ancient Greek
Book 2, Chapter 41
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.41.1
Not analysed yet
ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον. πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις διʼ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε σφάλματα, μέγισται δʼ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς.